Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.19 Joseph. AJ 4.24 (English) >>Joseph. AJ 4.28

4.22ἀνηρέθιστο δὲ καὶ τὸ πλῆθος καὶ βάλλειν τὸν Μωυσῆν ὡρμήκεσαν, εἴς τε ἐκκλησίαν ἀκόσμως μετὰ θορύβου καὶ ταραχῆς συνελέγοντο, καὶ πρὸ τῆς σκηνῆς τοῦ θεοῦ στάντες ἐβόων ἥκειν τὸν τύραννον καὶ τῆς ἀπʼ αὐτοῦ δουλείας ἀπηλλάχθαι τὸ πλῆθος, τῇ τοῦ θεοῦ προφάσει βίαια προστάγματα κελεύοντος· 4.23τὸν γὰρ θεόν, εἴπερ αὐτὸς ἦν τὸν ἱερωσόμενον ἐκλεγόμενος, τὸν ἄξιον ἂν εἰς τὴν τιμὴν παράγειν, οὐχὶ τοῖς πολλῶν ὑποδεεστέροις ταύτην φέροντα προσνεῖμαι, κρίνοντά τε παρασχεῖν Ἀαρῶνι ταύτην ἐπὶ τῷ πλήθει ποιήσασθαι τὴν δόσιν, ἀλλʼ οὐκ ἐπὶ τἀδελφῷ καταλιπεῖν. 4.24

Μωυσῆς δὲ τὴν Κορέου διαβολὴν ἐκ πολλοῦ προειδὼς καὶ τὸν λαὸν παροξυνόμενον ἰδὼν οὐκ ἔδεισεν, ἀλλὰ θαρρῶν οἷς περὶ τῶν πραγμάτων καλῶς ἐβουλεύετο καὶ τὸν ἀδελφὸν εἰδὼς κατὰ τὴν τοῦ θεοῦ προαίρεσιν τῆς ἱερωσύνης τυχεῖν, ἀλλʼ οὐ κατὰ τὴν αὐτοῦ χάριν, ἧκεν εἰς τὴν ἐκκλησίαν. 4.25καὶ πρὸς μὲν τὸ πλῆθος οὐδένα ἐποιήσατο λόγον, πρὸς δὲ τὸν Κορῆ βοῶν ἐφʼ ὅσον ἐδύνατο, δεξιὸς ὢν καὶ κατὰ τἆλλα καὶ πλήθεσιν ὁμιλεῖν εὐφυής, “ἐμοί, φησίν, Κορῆ, καὶ σὺ καὶ τούτων ἕκαστος,” ἀπεδήλου δὲ τοὺς πεντήκοντα καὶ διακοσίους ἄνδρας, “τιμῆς ἄξιοι δοκεῖτε, καὶ τὸν ὅμιλον δὲ πάντα τῆς ὁμοίας οὐκ ἀποστερῶ τιμῆς, κἂν ὑστερῶσιν ὧν ὑμῖν ἐκ πλούτου καὶ τῆς ἄλλης ἀξιώσεως ὑπάρχει.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.19 Joseph. AJ 4.24 (English) >>Joseph. AJ 4.28

Powered by PhiloLogic